2 Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. 3 Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα, 4 καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσι καὶ ἀποκτείνωσιν. 5 ἔλεγον δέ· Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ. 6 Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, 7 προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου. 8 ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη; 9 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναι τοῖς πτωχοῖς. 10 γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ. 11 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. 13 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. 14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπε· 15 Τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. 16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ. 17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες αὐτῷ· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; 18 ὁ δὲ εἶπεν· Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· ὁ διδάσκαλος λέγει, ὁ καιρός μου ἐγγύς ἐστι· πρὸς σε ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. 19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα. 20 Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα.
3 εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει, 4 ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησι τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν. 5 εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. 6 ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον, καὶ λέγει αὐτῷ ἐκεῖνος· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; 7 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. 8 λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα. ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. 9 λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. 10 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὁ λελουμένος οὐ χρείαν ἔχει ἢ τοὺς πόδας νίψασθαι, ἀλλ’ ἔστι καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ’ οὐχὶ πάντες. 11 ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν· οὐχὶ πάντες καθαροί ἐστε. 12 Ὅτε οὖν ἔνιψε τοὺς πόδας αὐτῶν καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, ἀναπεσὼν πάλιν, εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν; 13 ὑμεῖς φωνεῖτέ με, ὁ Διδάσκαλος καὶ ὁ Κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. 14 εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. 15 ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε. 16 ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. 17 εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.
21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν· Μήτι ἐγώ εἰμι, Κύριε; 23 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὁ ἐμβάψας μετ’ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα οὗτός με παραδώσει. 24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. 25 ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπε· Μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ· Σὺ εἶπας. 26 Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον καὶ εὐλογήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπε· Λάβετε φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου· 27 καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες· 28 τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. 29 λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ’ ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. 30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· 31 Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ, πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· 32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι. 34 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. 35 λέγει αὐτῷ ὁ Πέτρος· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως δὲ καὶ πάντες οἱ μαθηταὶ εἶπον. 36 Τότε ἔρχεται μετ’ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ. 37 καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. 38 τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ’ ἐμοῦ. 39 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· Πάτερ μου, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ.
43 ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ’ οὐρανοῦ ἐνισχύων αὐτὸν. 44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο. ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.
40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ! 41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. 42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· Πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριον παρελθεῖν ἀπ’ ἐμοῦ ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. 43 καὶ ἐλθὼν εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. 44 καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν. 45 τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ καὶ λέγει αὐτοῖς· Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε! ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. 46 ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με. 47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. 48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστι· κρατήσατε αὐτόν. 49 καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπε· Χαῖρε, ῥαββί, καὶ κατεφίλησεν αὐτόν. 50 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ’ ὃ πάρει; τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. 51 καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 52 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀπόστρεψον σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ἀποθανοῦνται. 53 ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων; 54 πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτω δεῖ γενέσθαι; 55 Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· καθ’ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐκ ἐκρατήσατέ με. 56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον. 57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. 58 ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος. 59 οἱ δὲ ἀρχιερεῖς οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως θανατώσωσιν αὐτὸν, 60 καὶ οὐχ εὗρον· καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες 61 εἶπον· Οὗτος ἔφη, δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτὸν. 62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; 63 ὁ δὲ Ἰησοῦς ἐσιώπα. καὶ ἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ. 64 λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 65 τότε ὁ ἀρχιερεὺς διέρρηξε τὰ ἱμάτια αὐτοῦ λέγων ὅτι Ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ· 66 τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπον· Ἔνοχος θανάτου ἐστί. 67 Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐρράπισαν 68 λέγοντες· Προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε; 69 Ὁ δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου. 70 ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων λέγων· Οὐκ οἶδα τί λέγεις. 71 ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει αὐτοῖς· Ἐκεῖ καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου. 72 καὶ πάλιν ἠρνήσατο μεθ’ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. 73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. 74 τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε. 75 καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.
2 Ξεύρετε ὅτι μετὰ δύο ἡμέρας γίνεται ἡ ἑορτὴ τοῦ Πάσχα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου θὰ παραδοθῇ διὰ νὰ σταυρωθῇ. 3 Τότε ἐμαζεύθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ προεστοὶ τοῦ λαοῦ εἰς τὸ μέγαρον τοῦ ἀρχιερέως, ὁ ὁποῖος ὠνομάζετο Καϊάφας. 4 Καὶ συναπεφάσισαν νὰ συλλάβουν τὸν Ἰησοῦν μὲ δόλον καὶ νὰ τὸν φονεύσουν. 5 Ἔλεγον δέ· Νὰ μὴ γίνῃ τοῦτο κατὰ τὴν ἑορτήν, διὰ νὰ μὴ προκληθῇ ταραχὴ εἰς τὸν λαόν. 6 Καὶ ὅταν ὁ Ἰησοῦς ἦλθεν εἰς τὴν Βηθανίαν εἰς τὴν οἰκίαν Σίμωνος τοῦ λεπροῦ, 7 προσῆλθε πρὸς αὐτὸν μία γυναῖκα, ποὺ ἐκράτει ἀγγεῖον ἀπὸ ἀλάβαστρον γεμᾶτο μύρον πολὺ ἀκριβὸν καὶ περιέχυνε τοῦτο εἰς τὴν κεφαλήν του, ἐνῷ ἦτο γερμένος εἰς τὸ τραπέζι. 8 Ὅταν δὲ εἶδαν τοῦτο οἱ μαθηταί, ἠγανάκτησαν καὶ ἔλεγαν· Διατὶ νὰ γίνῃ αὐτὴ ἡ ἄσκοπος καὶ χαμένη σπατάλη τοῦ πολυτίμου αὐτοῦ μύρου; 9 Διότι μποροῦσε τὸ μύρον αὐτὸ νὰ πωληθῇ ἀκριβὰ καὶ τὸ ἀντίτιμόν του νὰ δοθῇ εἰς τοὺς πτωχούς. 10 Ἀλλ’ ὁ Ἰησοῦς ἀντελήφθη τοῦτο καὶ εἶπεν εἰς αὐτούς· Διατὶ ἐνοχλεῖτε τὴν γυναῖκα; Μὴ τὴν πικραίνετε.Διότι ἔργον καλὸν ἔκαμεν εἰς ἐμέ.Τὸ ἔργον αὐτὸ εἶναι διὰ τὴν παροῦσαν περίστασιν προτιμότερον καὶ ἀπὸ αὐτὴν τὴν ἐλεημοσύνην καὶ συνδρομὴν τῶν πτωχῶν. 11 Διότι τοὺς πτωχοὺς τοὺς ἔχετε πάντοτε μαζί σας καὶ μπορεῖτε ὀποτεδήποτε νὰ τοὺς εὐεργετήσετε.Ἐμὲ ὅμως δὲν μὲ ἔχετε πάντοτε.Καὶ δι’ αὐτὸ μὴ ἐνοχλεῖτε τὴν γυναῖκα δι’ αὐτό,ποὺ ἔκαμε. 12 Διότι ὅταν αὐτὴ ἔχυσε τὸ μύρον τοῦτο εἰς τὸ σῶμά μου, τὸ ἔκαμε διὰ νὰ μὲ ἑτοιμάσῃ πρὸς ταφήν. 13 Ἀληθινὰ σᾶς λέγω, ὁπουδήποτε καὶ ἂν κηρυχθῇ τὸ εὐαγγέλιον αὐτό, τὸ ὁποῖον κηρύττω καὶ σᾶς παρέδωκα, εἰς ὅλον τὸν κόσμον δηλαδή, θὰ διαλαληθῇ καὶ αὐτὸ ποὺ ἔκαμεν αὐτή, διὰ νὰ παραμένῃ ἀλησμόνητος ἡ μνήμη τῆς γυναικὸς αὐτῆς. 14 Τότε ἐπῆγεν ἕνας ἀπὸ τοὺς δώδεκα, αὐτὸς ποὺ ἐλέγετο Ἰούδας Ἰσκαριώτης, εἰς τοὺς ἀρχιερεῖς καὶ εἶπε· 15 τί θέλετε νὰ μοῦ δώσετε καὶ ἐγὼ θὰ σᾶς τὸν παραδώσω; Αὐτοὶ δὲ τοῦ ἐζύγισαν καὶ τοῦ παρέδωκαν ἄργυρον βάρους τριάκοντα διδράχμων, ἀξίας περίπου ὀγδοήκοντα πέντε χρυσῶν δραχμῶν. 16 Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν διὰ νὰ τὸν παραδώσῃ. 17 Κατὰ δὲ τὴν πρώτην ἀπὸ τὰς ἑπτὰ ἡμέρας, ποὺ διήρκει ἡ ἑορτὴ τῶν ἀζύμων ἢ τοῦ Πάσχα, ἦλθαν οἱ μαθηταὶ εἰς τὸν Ἰησοῦν καὶ τοῦ εἶπαν· Ποὺ θέλεις νὰ σοῦ ἐτοιμάσωμεν νὰ φάγῃς τὸ Πάσχα; 18 Ὁ δὲ Ἰησοῦς εἶπε· Πηγαίνετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατέ του· ὁ διδάσκαλος λέγει· Ὁ καιρὸς τοῦ πάθους μου πλησιάζει· σκέπτομαι νὰ κάμω μὲ τοὺς μαθητάς μου εἰς τὸ σπίτι σου τὸ καινούργιο Πάσχα καὶ ὅχι ἐκεῖνο, ποὺ ἀπὸ αὔριον τὸ βράδυ θὰ ἀρχίσουν νὰ ἐορτάζουν οἱ Ἰουδαῖοι. 19 Καὶ ἔκαμαν οἱ μαθηταί, καθὼς τοὺς παρήγγειλεν ὁ Ἰησοῦς καὶ ἐτοίμασαν τὸ μέρος, ὅπου θὰ ἐγίνετο τὸ Πάσχα. 20 Ὅταν δὲ ἐβράδυασεν, ἦταν γερμένος εἰς τὸ τραπέζι μὲ τοὺς δώδεκα.
3 ὁ Ἰησοῦς μολονότι εἶχεν ἐπίγνωσιν τοῦ θεοπρεποῦς μεγαλείου του καὶ ἐγνώριζεν, ὅτι τοῦ εἶχε παραδώσει ὁ Πατὴρ τὰ πάντα εἰς τὰς χεῖρας καὶ εἰς τὴν ἐξουσίαν του καὶ ὅτι ἀπὸ τὸν Θεὸν ἐγεννήθη καὶ ἀπεστάλη εἰς τὸν κόσμον καὶ εἰς τὸν Θεὸν ἐπρόκειτο μετ’ ὀλίγον νὰ ἐπιστρέψῃ πάλιν, ἐν τούτοις ὑπηρέτησεν ἤδη τοὺς μαθητάς του ὡς δοῦλος. 4 Σηκώνεται δηλαδὴ ἀπὸ τὸ τραπέζι τοῦ δείπνου εἰς ὤραν, ποὺ εἶχαν καταλάβει ὅλοι τὰς θέσεις των εἰς αὐτὸ καὶ βγάζει τὰ ἐξωτερικά του ἐνδύματα καὶ ἀφοῦ ἔλαβε μίαν ἐμπροσθέλλαν ἐζώσθη μὲ αὐτήν. 5 Ἔπειτα ρίπτει νερὸ εἰς τὴν λεκάνην τοῦ νιψίματος καὶ ἤρχισε νὰ πλύνῃ τοὺς πόδας τῶν μαθητῶν καὶ νὰ τοὺς σφογγίζῃ μὲ τὴν πετσέταν, μὲ τὴν ὁποίαν ἦτο ζωσμένος. 6 Ἔρχεται λοιπὸν πρὸς τὸν Σίμωνα Πέτρον διὰ νὰ πλύνῃ καὶ τούτου τοὺς πόδας καὶ λέγει εἰς αὐτὸν ἐκεῖνος· Κύριε, σὺ ὁ Διδάσκαλος καὶ Θεός μου θὰ μοῦ νίψῃς τοὺς πόδας; 7 Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ τοῦ εἶπε· Τὴν σημασίαν καὶ τὴν ἔννοιαν αὐτοῦ, τὸ ὁποῖον ἐγὼ πράττω αὐτὴν τὴν στιγμήν, σὺ δὲν τὴν ἐννοεῖς τώρα, θὰ τὴν καταλάβῃς ὅμως ὑστερώτερα. 8 Λέγει εἰς αὐτὸν ὁ Πέτρος· Ποτὲ δὲν θὰ δεχθῶ νὰ μοῦ πλύνῃς σὺ τὰ πόδια. Ἀπεκρίθη εἰς αὐτὸν ὁ Ἰησοῦς· Ἐὰν δὲν διδαχθῇς ἀπὸ τὸ παράδειγμα τῆς ταπεινοφροσύνης, ποὺ σᾶς δίδω, ἀλλ’ ἑξακολουθήσῃς νὰ ἀνθίστασαι ἐγωϊστικῶς διὰ νὰ μὴ σὲ νίψω, δὲν ἔχεις καμμίαν θέσιν μαζί μου, οὔτε θὰ συμμετάσχῃς εἰς τὴν δόξαν μου. 9 Λέγει τότε πρὸς αὐτὸν ὁ Σίμων Πέτρος· Κύριε, ἂν πρόκειται νὰ πάθω τὴν συμφορὰν αὐτήν, πλύνε ὄχι μόνον τὰ πόδια μου, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν μου. 10 Λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς· Ἐκεῖνος ποὺ ἔχει λούσει ὁλόκληρον τὸ σῶμα του, δὲν ἔχει ἀνάγκην παρὰ νὰ πλύνῃ τὰ πόδια του μόνον, τὰ ὁποῖα λερώνονται διαρκῶς ἀπὸ τὴν σκόνην καὶ τὴν λάσπην τοῦ ἐδάφους. Τὸ ὑπόλοιπον ὅμως σῶμα του παραμένει ὁλόκληρον καθαρόν. Ἔτσι καὶ σεῖς, ποὺ προσεκολλήθητε εἰς ἐμὲ καὶ ἐχωρίσθητε διὰ παντὸς ἀπὸ τὴν ἁμαρτίαν. Μόνον ἀπὸ ἐλαφροὺς τίνας μολυσμούς, εἰς τοὺς ὁποίους ἐξ ἀσθενείας συναρπάζεσθε, ἔχετε ἀνάγκην νὰ καθαρίζεσθε. Κατὰ τὰ ἄλλα δὲ εἶσθε καθαροί· δυστυχῶς ὅμως δὲν εἶσθε καθαροὶ ὅλοι. 11 Καὶ εἶπε τοῦτο ὁ Ἰησοῦς, διότι ἐγνώριζεν ἐκεῖνον, ποὺ ἐπρόκειτο νὰ τὸν παραδώσῃ εἰς τοὺς σταυρωτάς του. Δι’ αὖτο εἶπε· Δὲν εἶσθε ὅλοι καθαροί. 12 Ὅταν λοιπὸν ἔπλυνε τὰ πόδια των καὶ ξαναφόρεσε τὰ ἐξωτερικὰ ἐνδύματά του, ἑξαπλώθη πάλιν πλησίον τῆς τραπέζης καὶ τοὺς εἶπε· Γνωρίζετε τὴν σημασίαν αὐτοῦ, ποὺ σᾶς ἔκαμα διὰ νὰ σᾶς διδάξω; 13 Ἰδοὺ αὐτή· Σεῖς μὲ φωνάζετε· ὁ Διδάσκαλος καὶ ὁ Κύριος. Καὶ καλῶς λέγετε. Διότι εἶμαι καὶ ὁ Διδάσκαλος καὶ ὁ Κύριος. 14 Ἐὰν λοιπὸν ἔπλυνα τὰ πόδια σας, ἐγώ, ποὺ εἶμαι ὁ Κύριος καὶ ὁ Διδάσκαλος, ὀφείλετε πολὺ περισσότερον καὶ σεῖς ὑπὸ τῆς ταπεινοφροσύνης καὶ τῆς ἀγάπης ἐμπνεόμενοι νὰ πλύνετε μεταξύ σας ὁ ἕνας τοῦ ἄλλου τὰ πόδια καὶ νὰ ἔχετε τὴν διάθεσιν καὶ εἰς τὴν ταπεινωτικωτέραν ὑπηρεσίαν χάριν τοῦ πλησίον νὰ ὑποβληθῆτε. 15 Διότι μὲ αὐτὸ ποὺ σᾶς ἔκαμα, σᾶς ἔδωκα τέλειον παράδειγμα, ὥστε καθὼς ἐγὼ ἔκαμα εἰς σᾶς, ἔτσι καὶ σεῖς νὰ κάνετε ὁ ἕνας εἰς τὸν ἄλλον καὶ ἐξ ἀγάπης νὰ ταπεινοῦσθε καὶ νὰ ὑπηρετῆσθε μεταξύ σας. 16 Ἀληθῶς, ἀληθῶς σᾶς λέγω, δὲν εἶναι δοῦλος μεγαλύτερος καὶ ἀνώτερος ἀπὸ τὸν κύριον του, οὔτε ἀπεσταλμένος μεγαλύτερος ἀπὸ ἐκεῖνον, ποὺ τὸν ἔστειλεν. Ἐὰν λοιπὸν ἐγώ, τοῦ ὁποίου εἶσθε δοῦλοι καὶ ἀπόστολοι, ἐταπεινώθην ἐξ ἀγάπης καὶ σᾶς ὑπηρέτησα, πολὺ περισσότερον ὀφείλετε νὰ τὸ πράξετε καὶ σεῖς εἰς τοὺς ἄλλους, οἱ ὁποίοι δὲν εἶναι δοῦλοι σας, ἀλλὰ συνάδελφοι καὶ σύνδουλοί σας. 17 Ἐὰν γνωρίζετε καὶ καταλαβαίνετε αὐτὰ ποὺ σᾶς εἶπον, εἶσθε μακάριοι ἐὰν τὰ ἐπιτελῆτε.
21 Καὶ ἐνῷ ἔτρωγον αὐτοί, εἶπε· Μετὰ βεβαιότητος σᾶς λέγω, ὅτι ἕνας ἀπὸ σᾶς θὰ μὲ παραδώσῃ διὰ προδοσίας εἰς τοὺς ἐχθρούς μου. 22 Καὶ μὲ λύπην πολλὴν ἤρχισαν νὰ λέγουν εἰς αὐτὸν καθένας ἀπὸ αὐτούς· μήπως εἶμαι ἐγώ, Κύριε; 23 Ὁ δὲ Κύριος ἀπεκρίθη καὶ εἶπεν· Ἐκεῖνος ποὺ ἐβούτηξε μαζί μου εἰς τὸν ζωμὸν τῆς πιατέλλας τὸ χέρι, αὐτὸς θὰ μὲ παραδώσῃ νὰ θανατωθῶ. 24 Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου φεύγει ἀπὸ τὴν παροῦσαν ζωήν, σύμφωνα μὲ τάς προφητείας, ποὺ ἔχουν γραφῆ περὶ αὐτοῦ.Ἀλλοίμονον ὅμως εἰς τὸν ἄνθρωπον ἐκεῖνον, ποὺ γίνεται ὄργανον διὰ νὰ παραδοθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.Ἦτο συμφερώτερον δι’ αὐτὸν νὰ μὴν εἶχε γεννηθῇ ὁ ἄνθρωπος ἐκεῖνος. 25 Ἀπεκρίθη δὲ ὁ Ἰούδας, ποὺ τὸν παρέδωκε, καὶ εἶπε· Μήπως εἶμαι ἐγώ, διδάσκαλε; Λέγει εἰς αὐτόν· Σὺ εἶπες, ὅτι εἶσαι σύ. 26 Ἐνῷ δὲ αὐτοὶ ἔτρωγον, ἐπῆρεν εἰς τὰς χεῖρας του ὁ Ἰησοῦς τὸν ἄρτον καὶ ἀφοῦ ηὐχαρίστησε, τὸν ἔκοψεν εἰς τεμάχια καὶ ἔδιδεν εἰς τοὺς μαθητὰς καὶ εἶπε· Λάβετε, φάγετε, τοῦτο εἶναι τὸ σῶμα μου. 27 Καὶ ἀφοῦ ἐπῆρε τὸ ποτήριον καὶ ηὐχαρίστησεν, ἔδωκεν εἰς αὐτοὺς καὶ εἶπε· Πίετε ἀπὸ αὐτὸ ὅλοι· 28 διότι αὐτὸ εἶναι τὸ αἷμα μου, διὰ τοῦ ὁποίου ἐπικυροῦται ἡ νέα Διαθήκη καὶ τὸ ὁποῖον χύνεται πρὸς σωτηρίαν πολλῶν διὰ νὰ συγχωρηθοῦν αἱ ἁμαρτίαι των. 29 Σᾶς λέγω δέ, ὅτι ἀπὸ τώρα δὲν θὰ ξαναπιῶ ἀπὸ τὸ προϊὸν αὐτὸ καὶ γένημα τῆς ἀμπέλου μέχρι τῆς ἡμέρας ἐκείνης, ὅταν εὐφραινόμενος θὰ τὸ πίνω μαζί σας καὶ καινούργιο καὶ πολὺ πιὸ χαρμόσυνον εἰς τὴν βασιλείαν τοῦ Πατρός μου.Ὁ μυστικὸς οὗτος δεῖπνος δηλαδὴ εἶναι πρόγευμα τῆς τελείας κοινωνίας καὶ ἑνώσεώς μας, ἡ ὁποία θὰ πραγματοποιηθῇ ἐν ἀτελευτήτῳ εὐφροσύνη καὶ χαρὰ εἰς τὴν μέλλουσαν ἐν οὐρανοῦ βασιλείαν. 30 Καὶ ἀφοῦ ἔψαλαν ὕμνον, ἐβγῆκαν εἰς τὸ ὅρος τῶν Ἐλαιῶν.Τότε λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς· 31 Κατὰ τὴν νύκτα αὐτὴν ὅλοι σεῖς θὰ κλονισθῆτε εἰς τὴν πρὸς ἐμὲ πίστιν σας.Διότι ἔχει γραφῆ εἰς τὸν Ζαχαρίαν· Θὰ ἐπιτρέψω ἐγὼ ὁ Θεὸς καὶ Πατὴρ νὰ κτυπηθῇ καὶ νὰ θανατωθῇ ὁ ποιμήν, ἤτοι ἐγὼ ὁ Χριστός, καὶ θὰ διασκορπισθοῦν τὰ πρόβατα τοῦ κοπαδιοῦ, τουτέστι σεῖς οἱ μαθηταί μου. 32 Ὅταν ὅμως ἀναστηθῶ, θὰ σᾶς προλάβω εἰς τὴν Γαλιλαῖαν, ὅπου θὰ ὑπάγω προτήτερα ἀπὸ σᾶς καὶ θὰ σᾶς περιμένω, ἐκεῖ δὲ θὰ συναντηθῶμεν πάλιν. 33 Ἀλλ’ ὁ Πέτρος ἀπεκρίθη καὶ εἶπε πρὸς αὐτόν· Ἐὰν ὅλοι κλονισθοῦν εἰς τὴν πρὸς σὲ πίστιν, ἐγὼ ὅμως οὐδέποτε θὰ σκανδαλισθῶ. 34 Εἶπεν εἰς αὐτὸν ὁ Ἰησοῦς· Ἐν πάσῃ ἀλήθεια σὲ βεβαιῶ, ὅτι κατ’ αὐτὴν τὴν νύκτα προτοῦ νὰ λαλήσῃ ὁ πετεινός, θὰ μὲ ἀρνηθῇς τρεῖς φοράς. 35 Λέγει εἰς αὐτὸν ὁ Πέτρος· Καὶ ἂν ἀκόμῃ χρειασθῇ νὰ ἀποθάνω ἐγὼ μαζί σου, κατ’ οὐδένα λόγον θὰ σὲ ἀρνηθῶ.Παρόμοια δὲ εἶπον καὶ ὅλοι οἱ μαθηταί. 36 Τότε ὁ Ἰησοῦς ἔρχεται μαζὶ μὲ αὐτοὺς εἰς κάποιο ἀγρόκτημα, ποὺ ἐλέγετο Γεθσημανῆ, καὶ εἶπεν εἰς τοὺς μαθητάς· Καθίσατε αὐτοῦ ἕως ὄτου ὑπάγω καὶ προσευχηθῶ ἐκεῖ. 37 Καὶ ἀφοῦ ἐπῆρε μαζί του τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς τοῦ Ζεβεδαίου, ἤρχισε νὰ λυπῆται καὶ νὰ στενοχωρῆται πολύ. 38 Τότε τοὺς λέγει ὁ Ἰησοῦς· Καταλυπημένη εἶναι ἡ ψυχή μου μέχρι σημείου, ποὺ νὰ κινδυνεύω νὰ ἀποθάνω ἀπὸ τὴν λύπην. Μείνατε ἐδῶ καὶ ἀγρυπνεῖτε μαζί μου. 39 Καὶ ἀφοῦ ἐπροχώρησεν ὀλίγον, ἔπεσε μὲ τὸ πρόσωπον κατὰ γῆς καὶ προσηύχετο καὶ ἔλεγε· Πάτερ μου, ἐὰν εἶναι δυνατὸν νά, συμβιβασθῇ πρὸς τὸ περὶ σωτηρίας τῶν ἀνθρώπων σχέδιόν σου, ἂς περάσῃ ἀπὸ ἐμὲ τὸ ποτήριον αὐτὸ τοῦ πάθους.Ὄχι ὅμως νὰ γίνῃ ὅπως θέλω ἐγώ, ἀλλ’ ὅπως θέλεις σύ.
43 Ἐνεφανίσθη δὲ εἰς αὐτὸν ἄγγελος ἀπὸ τὸν οὐρανόν, ὁ ὁποῖος ἐνίσχυε τὰς σωματικάς του δυνάμεις, αἱ ὁποῖαι εἶχον ἑξαντληθῆ μέχρι λιποθυμίας. 44 Καὶ τὸν κατέλαβεν ἐν τῷ μεταξὺ ἀγωνία καὶ δι’ αὐτὸ προσηύχετο τώρα θερμότερον καὶ μὲ περισσοτέραν ἐπιμονήν. Καὶ ὁ ἱδρώς του ἔγινε ἄφθονος καὶ πηκτὸς σὰν κομμάτια πηγμένου αἵματος, ποὺ πίπτουν εἰς τὴν γῆν.
40 Καὶ ἔρχεται εἰς τοὺς μαθητὰς καὶ τοὺς εὑρίσκει νὰ κοιμῶνται καὶ λέγει εἰς τὸν Πέτρον· Τόσην δύναμιν εἴχατε, ὥστε δεν ἠμπορέσατε μίαν ὥραν νὰ μείνετε μαζί μου ἄγρυπνοι; 41 Ἀγρυπνεῖτε καὶ προσεύχεσθε διὰ νὰ μὴ πέσετε εἰς πειρασμόν, ποὺ θὰ σᾶς παρασύρῃ εἰς τὴν ἁμαρτίαν τῆς ἄρνησεως καὶ τοῦ σκανδαλισμοῦ σας δι’ ἐμέ.Τὸ βάθος τῆς ψυχῆς σας ναὶ πρόθυμον νὰ ὑπακούῃ εἰς τὸ καθῆκον, τὸ σαρκικὸν φρόνημα ὅμως κάμνει τὴν ἀνθρωπίνην φύσιν ἀδύνατον καὶ παρασύρει τὸν ἄνθρωπον παρὰ τὴν ἀγαθὴν διάθεσιν του εἰς τὸ κακόν. 42 Πάλιν διὰ δευτέραν φορὰν ἐπῆγε καὶ προσηυχήθη λέγων· Πάτερ μου, ἐὰν δὲν εἶναι δυνατὸν τὸ ποτήριον αὐτὸ νὰ παρέλθῃ ἀπὸ ἐμέ, καὶ δὲν μπορῇ νὰ γίνῃ διαφορετικὰ παρὰ νὰ πίω τὸ ποτήριον, ἂς γίνῃ τὸ θέλημά σου. 43 Καὶ σὰν ἦλθε, πάλιν τοὺς εὗρε νὰ κοιμῶνται, διότι ἦσαν τὰ μάτια τους βαριὰ ἀπὸ τὸν νυσταγμόν. 44 Καὶ ἀφήσας αὐτούς, ἐπῆγε πάλιν καὶ προσηυχήθη διὰ τρίτην φορὰν καὶ εἶπε τὰ αὐτὰ λόγια τῆς προσευχῆς. 45 Τότε ἔρχεται πρὸς τοὺς μαθητάς του καὶ τοὺς λέγει· Ἐξακολουθεῖτε λοιπὸν νὰ κοιμᾶσθε καὶ νὰ ἀναπαύεσθε! Ἰδοὺ πλησίασεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδεται εἰς χεῖρας ἁμαρτωλῶν. 46 Σηκωθῆτε, ἂς ὑπάγωμεν πρὸς συνάντησίν των.Ἰδοὺ ἐπλησίασεν αὐτὸς ποὺ μὲ παραδίδει. 47 Καὶ ἐνῷ ὁ Ἰησοῦς ὡμίλει ἀκόμη, ἰδοὺ ὁ Ἰούδας, ἕνας ἀπὸ τοὺς δώδεκα, ἦλθε καὶ μαζί του πλῆθος πολὺ ὡπλισμένος μὲ μαχαίρας καὶ μὲ ρόπαλα, τὸ ὁποῖον εἶχεν ἀποσταλῆ ἀπὸ τοὺς ἀρχιερεῖς καὶ τοὺς πρεσβυτέρους τοῦ λαοῦ. 48 Ἐκεῖνος δὲ ποὺ τὸν παρέδωκεν, εἶχε δώσει εἰς αὐτοὺς προσυμφωνημένον σημεῖον καὶ εἶπεν· Ἐκεῖνον ποὺ θὰ φιλήσω, αὐτὸς εἶναι· συλλάβετέ τον, προσέχοντες νὰ μὴ σᾶς διαφύγῃ· 49 Καὶ ἀμέσως ἐπλησίασε τὸν Ἰησοῦν καὶ εἶπε· Χαῖρε, διδάσκαλε.Καὶ τὸν ἐφίλησε μὲ προσποιητὴν ἐγκαρδιότητα. 50 Ὁ δὲ Ἰησοῦς τοῦ εἶπε· Σύντροφε, ἄφησε τὸ φίλημα καὶ κάμε ἐκεῖνο, διὰ τὸ ὁποῖον ἦλθες καὶ εὐρίσκεσαι τώρα ἐδῶ. Τότε ἐπλησίασαν καὶ ἔβαλαν τὰς χεῖρας ἐπὶ τοῦ Ἰησοῦ καὶ τὸν συνέλαβον. 51 Καὶ ἰδοὺ ἕνας ἀπὸ ἐκείνους, ποὺ ἦσαν μαζὶ μὲ τὸν Ἰησοῦν, ἄπλωσε τὸ χέρι του καὶ ἔβγαλε τὸ μαχαίρι του.Καὶ ἀφοῦ ἐκτύπησε τὸν δοῦλον τοῦ ἀρχιερέως, τοῦ ἔκοψε τὸ αὐτί 52 Τότε τοῦ εἶπεν ὁ Ἰησοῦς· Γύρισε πίσω τὴν μάχαιράν σου εἰς τὴν θήκην της· διότι ὅλοι ὅσοι ἐπῆραν μάχαιραν διὰ νὰ τὴν χρησιμοποιήσουν κατὰ τοῦ πλησίον, μὲ μάχαιραν θὰ ἀποθάνουν. 53 Ἢ νομίζεις, ὅτι δὲν μπορῶ τώρα νὰ παρακαλέσω τὸν Πατέρα μου καὶ νὰ παρατάξῃ εἰς τὸ πλευρόν μου περισσοτέρας ἀπὸ δώδεκα λεγεῶνας ἀγγελῶν; 54 Ἀλλ’ ἐὰν ζητήσω τὴν βοήθειαν τῶν ἀγγέλων, πῶς λοιπὸν θὰ πληρωθοῦν καὶ θὰ ἐπαληθεύσουν αἱ προφητεῖαι τῶν Γραφῶν, αἱ ὁποῖαι λέγουν, ὅτι ἔτσι πρέπει νὰ γίνῃ καὶ ἔτσι πρέπει ὁ Μεσσίας νὰ θανατωθῇ; 55 Ἐκείνην τὴν ὥραν εἶπεν ὁ Ἰησοῦς πρὸς τοὺς ὄχλους· Σὰν νὰ ἐπρόκειτο περὶ λῃστοῦ, ἐβγήκατε μὲ μαχαίρας καὶ μὲ ρόπαλα νὰ μὲ πιάσετε.Κάθε ἡμέρα κοντά σας ἐκαθήμην διδάσκων μέσα εἰς τὸ ἱερὸν καὶ δὲν μὲ συνελάβετε. 56 Ὅμως αὐτὸ ὅλον ἔγινε διὰ νὰ πληρωθοῦν καὶ ἀληθεύσουν ὅσα προφητικῶς ἔγραψαν οἱ προφῆται.Τότε ὅλοι οἱ μαθηταὶ τὸν ἀφῆκαν καὶ ἔφυγαν. 57 Οὗτοι δέ, ἀφοῦ ἔπιασαν τὸν Ἰησοῦν, τὸν ἔφεραν εἰς τὸν Καϊάφαν τὸν Ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι ἐμαζεύθησαν. 58 Ὁ δὲ Πέτρος τὸν ἠκολούθει ἀπὸ μακρὰν μέχρι τοῦ προαυλίου τοῦ σπιτιοῦ τοῦ ἀρχιερέως καὶ ἀφοῦ ἐμβῆκεν εἰς τὴν ἐσωτερικὴν αὐλήν, ἐκάθητο μαζὶ μὲ τοὺς ὑπηρέτας διὰ νὰ ἴδῃ, πῶς θὰ ἐτελείωνεν ἡ ὑπόθεσις. 59 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ ὅλα τὰ μέλη τοῦ συνεδρίου, ἀφοῦ ἦτο ἀδύνατον νὰ εὔρουν μαρτυρίαν ἀληθῆ ἐναντίον τοῦ Ἰησοῦ, ἐζήτουν ψευδομαρτυρίαν κατ’ αὐτοῦ, διὰ νὰ τὸν θανατώσουν, 60 καὶ δὲν ηὖραν.Καὶ μολονότι ἦλθαν πρὸς ἐξέτασιν πολλοὶ ψευδομάρτυρες, δὲν ηὖραν.Ὕστερον δὲ ἀπὸ πολλά, ἦλθαν ἐμπρὸς εἰς τὸ δικαστήριον δύο ψευδομάρτυρες 61 καὶ εἶπαν· Αὐτὸς εἶπεν· ἠμπορῶ νὰ κρημνίσω τὸν ναὸν τοῦ Θεοῦ καὶ μέσα εἰς τρεῖς ἡμέρας νὰ κτίσω αὐτόν. 62 Καὶ ἀφοῦ ἐσηκώθη ὄρθιος ὁ ἀρχιερεύς, εἶπεν εἰς αὐτόν· Δὲν ἀποκρίνεσαι τίποτε; Τί σὲ κατηγοροῦν αὐτοί; 63 Ὁ Ἰησοῦς ὅμως ἐσιώπα.Καὶ ἀπεκρίθη ὁ ἀρχιερεὺς καὶ τοῦ εἶπε· Σὲ ὁρκίζω εἰς τὸν Θεόν, ὁ ὁποῖος ζῇ καὶ τιμωρεῖ τοὺς ἐπιόρκους, νὰ μᾶς εἴπῃς, ἐὰν εἶσαι σὺ ὁ Χριστός, ὁ υἱὸς τοῦ Θεοῦ. 64 Λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς· Τὸ εἶπες σύ, ὅτι εἶμαι ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ.Ἀλλ’ ὅμως σᾶς λέγω, ὅτι ἀπὸ τώρα θὰ ἰδῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου, τὸν Θεάνθρωπον Μεσσίαν, νὰ κάθηται εἰς τὰ δεξιὰ τοῦ παντοδυνάμου Θεοῦ καὶ νὰ ἔρχεται ἐπάνω εἰς τὰ συννεφα τοῦ οὐρανοῦ ὡς ἔνδοξος Κριτής. 65 Τότε ὁ ἀρχιερεὺς ἐκδηλώνων ὑποκριτικῶς τὴν ἀγανάκτησιν καὶ ἀποδοκιμασίαν αὐτοῦ κατὰ τῆς φρικτῆς βλασφημίας ποὺ ἠκούσθη, ἔσχισε τὰ ρούχα του κατὰ συνήθειαν, ποὺ ἐπεκράτει μεταξὺ τῶν Ἰουδαίων, καὶ εἶπεν ὅτι ὁ κατηγορούμενος ἐβλασφήμησε.Τί μᾶς χρειάζονται πλέον μάρτυρες; Νά, τώρα ἠκούσατε τὴν βλασφημίαν. 66 Τί γνώμην ἔχετε; Οὔτοι δὲ ἀπεκρίθησαν καὶ εἶπον· Εἶναι ἔνοχος ἐγκλήματος, ποὺ τιμωρεῖται μὲ θάνατον. 67 Τότε τὸν ἔπτυσαν εἰς τὸ πρόσωπόν του καὶ τοῦ ἔδωσαν σβερκιές, ἄλλοι δὲ τὸν ἐρράπισαν 68 λέγοντες· Προφήτευσέ μας, Χριστέ, ποῖος εἶναι ἐκεῖνος, ποὺ σὲ ἐκτύπησε; 69 Ὁ δὲ Πέτρος ἐκάθητο ἔξω εἰς τὴν αὐλήν.Καὶ τὸν ἐπλησίασε μία μικρὰ ὑπηρέτρια καὶ τοῦ εἶπε· Καὶ σὺ ἤσουν μαζὶ μὲ τὸν Ἰησοῦν τὸν Γαλιλαῖον. 70 Αὐτὸς δὲ ἠρνήθη ἐμπρὸς εἰς ὅλους αὐτοὺς καὶ εἶπε· Δὲν ξεύρω τι λέγεις. 71 Ὅταν δὲ ἐβγῆκεν εἰς τὴν ἐξώπορταν καὶ τὸ προαύλιον, τὸν εἶδεν ἄλλη καὶ εἶπεν εἰς αὐτούς, ποὺ ἦσαν μαζευμένοι· Ἐκεῖ ἦτο καὶ αὐτὸς μαζὶ μὲ τὸν Ἰησοῦν τὸν Ναζωραῖον. 72 Καὶ πάλιν ἠρνήθη μὲ ὅρκον, ὅτι δὲν γνωρίζω τὸν ἄνθρωπον. 73 Ὕστερον δὲ ἀπὸ ὀλίγον, ἀφοῦ ἐπλησίασαν ἐκεῖνοι, ποὺ ἐστέκοντο ἐκεῖ, εἶπαν εἰς τὸν Πέτρον· Πράγματι καὶ σὺ ἀπὸ αὐτοὺς εἶσαι.Γιατὶ καὶ ἡ προφορὰ τῆς ὁμιλίας σου σὲ φανερώνει. 74 Τότε ἤρχισε νὰ καταρᾶται τὸν ἑαυτόν του καὶ νὰ ὁρκίζεται, ὅτι δὲν ἠξεύρω τὸν ἄνθρωπον.Καὶ ἀμέσως ὁ πετεινὸς ἐλάλησε. 75 Καὶ ἐνεθυμήθη ὁ Πέτρος τὸν λόγον τοῦ Ἰησοῦ, ποὺ τοῦ εἶχεν εἴπει, ὅτι προτοῦ ὁ πετεινὸς λαλήσῃ θὰ μὲ ἀρνηθῇς τρεῖς φοράς.Καὶ ἀφοῦ ἐβγῆκεν ἔξω ἀπὸ τὴν ἐξώπορταν καὶ τὸ προαύλιον ἔκλαυσε πικρά.
1 Όταν δὲ ἔγινε πρωΐ, ἔκαμαν σύσκεψιν ὅλοι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ, διὰ νὰ ἐπιτύχουν τὴν ἐκτέλεσιν τῆς θανατικῆς ποινῆς του. 2 Καὶ ἀφοῦ τὸν ἔδεσαν, τὸν ἐπῆραν ἀπ’ ἐκεῖ καὶ τὸν παρέδωκαν εἰς τὸν Πόντιον Πιλᾶτον τὸν ἡγεμόνα. 3 Τότε σὰν εἶδεν ὁ Ἰούδας, ποὺ τὸν παρέδωκε μὲ προδοσίαν εἰς τοὺς Ἰουδαίους, ὅτι ὁ Ἰησοῦς κατεδικάσθη, μετεμελήθη καὶ ἐπέστρεψε τὰ τριάκοντα ἀργυρὰ νομίσματα εἰς τοὺς ἀρχιερεῖς καὶ τοὺς πρεσβυτέρους 4 καὶ εἶπεν· Ἡμάρτησα παραδώσας αἷμα ἀθῷον διὰ νὰ χυθῇ.Αὐτοὶ δὲ εἶπαν· Τί μᾶς ἐνδιαφέρει αὐτό; Σὺ θὰ φροντίσῃς νὰ ἀπαλλαγῇς ἀπὸ τὴν εὐθύνην καὶ σὺ θὰ δώσῃς λόγον δι’ αὐτό. 5 Καὶ ἀφοῦ ἔρριψε τὰ ἀργυρᾶ νομίσματα εἰς τὸν περίβολον τοῦ ναοῦ, ἀνεχώρησε καὶ ἐπῆγε καὶ ἐπνίγη μὲ σχοινίον.