Χωρίς κατηγορία

Ευαγγελικό Ανάγνωσμα Μεγάλης Τρίτης

1 Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. 2 πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραὶ. 3 αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον· 4 αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. 5 χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. 6 μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. 7 τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. 8 αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. 9 ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. 10 ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. 11 ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. 12 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. 13 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. 14 Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, 15 καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως. 16 πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα· 17 ὡσαύτως καὶ ὁ τὰ δύο ἐκέρδησε καὶ αὐτὸς ἄλλα δύο. 18 ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ καὶ ἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. 19 μετὰ δὲ χρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ’ αὐτῶν λόγον. 20 καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ’ αὐτοῖς. 21 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 22 προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα λαβὼν εἶπε· κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ’ αὐτοῖς. 23 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 24 προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπε· κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· 25 καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. 26 ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· πονηρὲ δοῦλε καὶ ὀκνηρέ! ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα! 27 ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. 28 ἄρατε οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα· 29 τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ. 30 καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 31 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· 32 καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, 33 καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. 34 τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· 35 ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, 36 γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. 37 τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; 38 πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; 39 πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε; 40 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. 41 Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· 42 ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, 43 ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με. 44 τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι; 45 τότε ἀποκριθήσεται αὐτοῖς λέγων· ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. 46 καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.

 

ΕΡΜΙΝΕΙΑ

1 Τότε, ὅταν δηλαδὴ θὰ ἔλθῃ κατὰ τὴν δευτέραν παρουσίαν ὁ Μεσσίας, αὐτὰ ποὺ θὰ συμβοῦν μὲ τὴν βασιλείαν τῶν οὐρανῶν, θὰ παρουσιασθοῦν ὅμοια πρὸς ὅσα συνέβησαν εἰς δέκα παρθένους, αἱ ὁποῖαι, ἀφοῦ ἐπῆραν τοὺς λύχνους των, ἐβγῆκαν νὰ ὑποδεχθοῦν τὸν γαμβρόν, ποὺ θὰ ἤρχετο τὴν νύκτα νὰ παραλάβῃ τὴν νύμφην. 2 Πέντε δὲ ἀπὸ αὐτὰς ἦσαν φρόνιμοι καὶ μυαλωμένοι καὶ αἱ πέντε ἦσαν ἀσυλλόγιστοι καὶ ἀνόητοι. 3 Καὶ αἱ ἀνόητοι αὐταί, ὅταν ἐπῆραν τοὺς λύχνους των, δὲν ἐπῆραν μαζί τους καὶ λάδι. 4 Αἱ φρόνιμοι ὅμως μαζὶ μὲ τοὺς ἀναμμένους λύχνους των ἐπῆραν καὶ λάδι εἰς τὰ ξεχωριστὰ ἀγγεῖα των. 5 Ἀλλ’ ἐπειδὴ ἀργοῦσε τὴν νύκτα νὰ ἔλθῃ ὁ γαμβρός, ἐνύσταξαν ὅλαι καὶ ἐκοιμῶντο. 6 Κατὰ δὲ τὸ μεσονύκτιον ἠκούσθη μεγάλη φωνή· Ἰδοὺ ὁ γαμβρὸς ἔρχεται· ἐβγᾶτε νὰ τὸν προϋπαντήσετε. 7 Τότε ἐσηκώθησαν ὅλαι αἱ παρθένοι ἐκεῖναι καὶ διώρθωσαν τοὺς λύχνους των. 8 Αἱ ἀνόητοι δὲ εἶπαν εἰς τὰς φρονίμους· Δώσατέ μας ἀπὸ τὸ λάδι σας, διότι οἱ λύχνοι μας σβήνουν. 9 Ἀλλ’ αἱ φρόνιμοι ἀπεκρίθησαν καὶ εἶπαν· Δὲν μποροῦμε νὰ σᾶς δώσωμεν, διότι ὑπάρχει φόβος νὰ μὴ φθάσῃ καὶ δι’ ἡμᾶς καὶ διὰ σᾶς.Πηγαίνετε καλύτερα εἰς ἐκείνους ποὺ πωλοῦν καὶ ἀγοράσατε διὰ τοὺς λύχνους σας. 10 Ὅταν ὅμως αὐταὶ ἐπήγαιναν νὰ ἀγοράσουν, ἦλθεν ὁ γαμβρὸς καὶ αἱ ἐτοιμασμέναι παρθένοι ἐμβῆκαν μαζί του εἰς τὴν αἴθουσαν τοῦ γάμου, καὶ ἐκλείσθη ἡ θύρα. 11 Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι καὶ ἔλεγαν· Κύριε, κύριε, ἄνοιξέ μας. 12 Αὐτὸς ὅμως ἀπεκρίθη καὶ εἶπεν· Ἀληθινὰ σᾶς λέγω, ὅτι δὲν σᾶς γνωρίζω. 13 Τὸ συμπέρασμα λοιπὸν τῆς παραβολῆς εἶναι, ὅτι πρέπει νὰ εἶσθε προνοητικοί, ἔχοντες πάντοτε τὴν ψυχήν σας λάμπουσαν ἀπὸ τὸ φῶς τῆς ἀρετῆς καὶ ἐφωδιασμένην μὲ τὸ ἔλαιον τῆς ἐσωτερικῆς θερμότητος καὶ δυνάμεως, τὸ ὁποῖον ἡ σταθερὰ ἐπικοινωνία σας μὲ τὸν Θεὸν θὰ σᾶς προμηθεύῃ.Οὕτω δὲ νὰ περιμένετε τὸν ἐρχομὸν τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ Νυμφίου τῆς Ἐκκλησίας Χριστοῦ, ἄγρυπνοι καὶ ἕτοιμοι πάντοτε, διότι δὲν ἠξεύρετε τὴν ἡμέραν οὔτε τὴν ὥραν, κατὰ τὴν ὁποίαν θὰ ἔλθῃ, διὰ νὰ εἰσέλθετε μετ’ αὐτοῦ εἰς τὴν εὐφροσύνην καὶ μακαρίαν χαρὰν τῶν γάμων του. 14 Διὰ νὰ σᾶς εὔρῃ δὲ ὁ Κύριος ἑτοίμους, δὲν ἀρκεῖ νὰ εἶσθε μόνον προνοητικοὶ καὶ φρόνιμοι, ἀλλὰ καὶ δραστήριοι καὶ ἐπιμελεῖς· διότι ὅπως ἔνας ἄνθρωπος, ποὺ πρόκειται νὰ ταξιδεύσῃ, ἐκάλεσε τοὺς δούλους του καὶ τοὺς παρέδωκε τὰ ὑπάρχοντα του, διὰ νὰ ζητήσῃ ἐν καιρῷ ἀπὸ αὐτοὺς λογαριασμὸν περὶ τῆς διαχειρίσεως των, ἔτσι θὰ εἶναι ὁμοῖα καὶ ἡ βασιλεία τῶν οὐρανῶν καὶ ἡ κρίσις καὶ ἀνταπόδοσις, ποὺ θὰ κάμῃ ὁ Κύριος. 15 Ὁ ἄνθρωπος δηλαδὴ αὐτὸς ἔδωκεν εἰς ἄλλον μὲν πέντε τάλαντα, εἰς ἄλλον δὲ δύο, εἰς ἄλλον δὲ ἕν· εἰς ἕκαστον ἔδωκε σύμφωνα μὲ τὴν ἱκανότητα, ποὺ εἶχε νὰ ἐμπορευθῇ τὰ ὅσα θὰ τοῦ ἔδιδε.Καὶ ἐταξίδευσεν ἀμέσως.(Μὲ ἄλλας λέξεις ὁ Θεὸς ἐπροίκισε μὲ διάφορα χαρίσματα ἕκαστον ἄνθρωπον, διὰ νὰ τὰ χρησιμοποιήσῃ εἰς τὸ ἀγαθὸν καὶ πρὸς ὠφέλειαν τοῦ πλησίον). 16 Ἀφοῦ δὲ ἐπῆγεν ἐκεῖνος, ποὺ ἐπῆρε τὰ πέντε τάλαντα, εἰργάσθη μὲ αὐτὰ καὶ ἐκέρδησεν ἄλλα πέντε τάλαντα. 17 Τὸ ἴδιο καὶ ἐκεῖνος, ποὺ ἐπῆρε τὰ δύο τάλαντα, ἐκέρδησεν ἄλλα δύο.Καὶ οἱ δύο αὐτοὶ δοῦλοι ἐχρησιμοποίησαν μὲ ἴσον βαθμὸν καλῆς προαιρέσεως καὶ ζήλου τὰς ἱκανότητας καὶ τὰ χαρίσματα, ποὺ τοὺς ἔδωκεν ὁ Θεὸς πρὸς δόξαν αὐτοὺ καὶ ὡφέλειαν τοῦ πλησίον. 18 Ἐκεῖνος ὅμως, ποὺ ἐπῆρε τὸ ἕνα τάλαντον, ἐπῆγε καὶ ἔσκαψεν εἰς τὴν γῆν καὶ ἔκρυψεν ἐκεῖ τὸ χρῆμα τοῦ κυρίου του.Δὲν κατεχράσθη δηλαδὴ τὸ τάλαντον, ἀλλ’ ἔδειξεν ἀμέλειαν καὶ δὲν εἰργάσθη νὰ τὸ ἐπαυξήσῃ. 19 Ὕστερα δὲ ἀπὸ πολὺν χρόνον ἦλθεν ὁ κύριος τῶν δούλων ἐκείνων καὶ ἐλογαριάσθη μαζί τους. 20 Καὶ ἀφοῦ προσῆλθεν ἐκεῖνος, ποὺ ἐπῆρε τὰ πέντε τάλαντα, ἐπρόσφερεν ἄλλα πέντε τάλαντα καὶ εἶπε· Κύριε, πέντε τάλαντα μοῦ παρέδωκες.Ἰδού, ἄλλα πέντε τάλαντα ἐκέρδησα μὲ αὐτά. 21 Εἶπε πρὸς αὐτὸν ὁ κύριος του· Εὖγε, δοῦλε ἀγαθὲ καὶ πιστέ! Εἰς ὀλίγα ἤσουν πιστός, εἰς πολλὰ θὰ σὲ ἐγκαταστήσω.Ἔμβα μέσα διὰ νὰ ἀπολαύσῃς τὴν αὐτὴν χαρὰν μὲ τὸν κύριον σου.Ἀφοῦ ἐφάνης πιστὸς εἰς τὰ πέντε τάλαντα, ἐλθὲ νὰ γίνῃς συγκύριος εἰς τὴν μεγάλην περιουσίαν μου.Ἐλθὲ νὰ ἀπολαύσῃς τὴν ἀπεριόριστον μακαριότητα τοῦ οὐρανοῦ. 22 Πρόσηλθε δὲ καὶ ἐκεῖνος, ποὺ ἐπῆρε τὰ δύο τάλαντα καὶ εἶπε· Κύριε, δύο τάλαντα μοῦ παρέδωκες.Νά, ἄλλα δύο τάλαντα ἐκέρδησα μὲ αὐτά. 23 Εἶπε πρὸς αὐτὸν ὁ κύριος του· Εὖγε, δοῦλε καλὲ καὶ πιστέ! Εἰς ὀλίγα ἤσουν πιστός, εἰς πολλὰ θὰ σὲ ἐγκαταστήσω.Ἔμβα καὶ σὺ μέσα νὰ ἀπολαύσῃς τὴν χαρὰν τοῦ κυρίου σου. 24 Προσῆλθε δὲ καὶ ἐκεῖνος, ποὺ εἶχε πάρει τὸ ἕνα τάλαντον καὶ εἶπε· Κύριε, σὲ ἐγνώρισα, ὅτι εἶσαι ἄνθρωπος σκληρός, ποὺ θερίζεις ἐκεῖ, ὅπου δὲν ἔσπειρες, καὶ μαζεύεις εἰς τὴν ἀποθήκην σου ἀπ’ ἐκεῖ, ὅπου δὲν ἐσκόρπισες καὶ δὲν ἐλίχνισες τὸ ἁλωνισμένον. 25 Καὶ ἐπειδὴ ἐφοβήθην, ἐπῆγα καὶ ἔκρυψα τὸ τάλαντόν σου μέσα εἰς τὴν γῆν.Νά, ἔχεις τὸ ἰδικόν σου. 26 Ἀπεκρίθη δὲ ὁ κύριος του καὶ εἶπεν εἰς αὐτόν· κακὲ καὶ τεμπέλη δοῦλε! Ἐγνώριζες, ὅτι θερίζω ἐκεῖ, ὅπου δὲν ἔσπειρα, καὶ συνάγω ἀπ’ ἐκεῖ, ὅπου δὲν ἐσκόρπισα εἰς τὸ ἁλῶνι διὰ νὰ λιχνισθῇ εἰς τὸν ἀέρα. 27 Ἔπρεπε λοιπὸν σὺ νὰ καταθέσῃς τὸ χρῆμα μου εἰς τοὺς τραπεζίτας, καὶ ὅταν θὰ ἠρχόμην ἐγώ, θὰ ἔπαιρνα μὲ τόκον αὐτό, ποὺ μοῦ ἀνῆκει. 28 Πάρετε λοιπὸν ἀπὸ αὐτὸν τὸ τάλαντον καὶ δώσατέ το εἰς ἐκεῖνον, ποὺ ἔχει τὰ δέκα τάλαντα. 29 Διότι εἰς καθένα, ποὺ ἔχει καὶ ηὔξησε μὲ ἐπιμέλειαν καὶ ζῆλον ἐκεῖνο ποὺ τοῦ ἐδόθη, θὰ τοῦ δοθοῦν καὶ ἄλλα καὶ θὰ περισσεύσουν.Ἀπ’ ἐκεῖνον δέ, ποὺ τοῦ ἐδόθησαν μὲν χαρίσματα, ἀλλὰ τὰ παρημέλησε καὶ δὲν τὰ εἰργάσθη, ὥστε νὰ ἔχῃ καὶ αὐτὸς κάτι μὲ τὴν ἰδικήν του ἐργασίαν, καὶ αὐτὸ τὸ ὀλίγον ποὺ τοῦ ἐδόθη καὶ τὸ ἀφῆκεν ἀκαλλιέργητον, θὰ τοῦ τὸ πάρουν. 30 Καὶ τὸν ἄχρηστον δοῦλον βγάλατέ τον ἀπ’ ἐδῶ, καὶ ρίψατέ τον εἰς τὸ πιὸ ἀπομονωμένον καὶ ἀπομακρυσμένον ἀπὸ τὴν βασιλείαν μου σκοτάδι.Ἐκεῖ θὰ εἶναι τὸ κλάψιμον καὶ τὸ τρίξιμον τῶν δοντιῶν. 31 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου μὲ τὴν δόξαν του καὶ ὅλοι οἱ ἅγιοι ἄγγελοι θὰ εἶναι μαζί του, τότε θὰ καθήσῃ εἰς θρόνον ἕνδοξον καὶ λαμπρόν. 32 Καὶ θὰ συναχθοῦν ἐμπρός του ὅλα τὰ ἔθνη, ὅλοι δηλαδὴ οἱ ἄνθρωποι, ποὺ ἔζησαν ἀπ’ ἀρχῆς τῆς δημιουργίας μέχρι τέλους τοῦ κόσμου, καὶ θὰ χωρίσῃ αὐτοὺς τὸν ἕνα ἀπὸ τὸν ἄλλον, καθὼς καὶ ὁ ποιμὴν χωρίζει τὰ πρόβατα ἀπὸ τὰ γίδια. 33 Καὶ θὰ στήσῃ τοὺς μὲν δικαίους, ποὺ εἶναι ἥμεροι σὰν τὰ πρόβατα, εἰς τὰ δεξιά του, τοὺς δὲ ἁμαρτωλούς, ποὺ εἶναι ἀτίθασοι καὶ ἄτακτοι σὰν τὰ γίδια, εἰς τὰ ἀριστερά του. 34 Τότε θὰ εἶπῃ ὁ βασιλεὺς εἰς ἐκείνους, ποὺ θὰ εἶναι εἰς τὰ δεξιά του· Ἐλᾶτε σεῖς, ποὺ εἶσθε εὐλογημένοι ἀπὸ τὸν Πατέρα μου, λάβετε ὡς κληρονομίαν τὴν βασιλείαν, ποὺ ἔχει ἐτοιμασθῇ διὰ σᾶς, ἀφ’ ὅτου ἐθεμελιώνετο ὁ κόσμος. 35 Σᾶς ἀνήκει δὲ ἡ κληρονομία αὐτή, διότι ἐπείνασα καὶ μοῦ ἐδώκατε νὰ φάγω, ἤμουν διψασμένος καὶ μὲ ἐποτίσατε, ξένος ἤμουν καὶ δὲν εἶχα ποὺ νὰ μείνω καὶ μὲ ἐπεριμαζεύσατε εἰς τὸ σπίτι σας, 36 γυμνὸς ἤμουν καὶ μὲ ἐνεδύσατε, ἀρρώστησα καὶ μὲ ἐπεσκέφθητε, μέσα εἰς φυλακὴν ἤμουν καὶ ἤλθατε νὰ μὲ ἰδῆτε καὶ νὰ μὲ παρηγορήσετε. 37 Τότε θὰ ἀποκριθοῦν εἰς αὐτὸν οἱ δίκαιοι καὶ θὰ εἶπουν· Κύριε, πότε σὲ εἴδαμεν πεινασμένον καὶ σὲ ἐθρέψαμεν, ἢ διψασμένον καὶ σοῦ ἐδώκαμεν νὰ πίῃς; 38 Πότε δὲ σὲ εἴδαμεν ξένον καὶ σὲ ἐπεριμαζεύσαμεν, ἢ γυμνὸν καὶ σὲ ἐνεδύσαμεν; 39 Πότε δὲ σὲ εἴδαμεν ἄρρωστον ἢ φυλακισμένον καὶ ἤλθαμεν νὰ σὲ ἐπισκεφθῶμεν; 40 Καὶ θὰ ἀποκριθῇ ὁ βασιλεὺς καὶ θὰ τοὺς εἶπῃ· Ἀληθινὰ σᾶς λέγω, ὅτι κάθε τι ποὺ ἐκάματε εἰς ἕνα ἀπὸ τοὺς πτωχοὺς αὐτοὺς ἀδελφούς μου, ποὺ ἐφαίνοντο ἄσημοι καὶ πολὺ μικροί, τὸ ἐκάματε εἰς ἐμέ. 41 Τότε θὰ εἴπῃ καὶ εἰς ἐκείνους, ποὺ θὰ εἶναι εἰς τὰ ἀριστερά του· Σεῖς ποὺ ἀπὸ τὰ ἔργα σας ἐγίνατε καταραμένοι, πηγαίνετε μακρὰν ἀπὸ ἐμὲ εἰς τὸ πῦρ τὸ αἰώνιον, ποὺ ἔχει ἐτοιμασθῆ διὰ τὸν διάβολον καὶ τοὺς ἀγγέλους του. 42 Διότι ἐπείνασα καὶ δὲν μοῦ ἐδώκατε νὰ φάγω, ἐδίψασα καὶ δὲν μὲ ἐποτίσατε, 43 ξένος ἤμουν καὶ δὲν μὲ ἐπεριμαζεύσατε πρὸς φιλοξενίαν, γυμνὸς καὶ δὲν μὲ ἐνεδύσατε, ἄρρωστος ἤμουν καὶ μέσα εἰς τὴν φυλακὴν καὶ δὲν μὲ ἐπεσκέφθητε. 44 Τότε θὰ τοῦ ἀποκριθοῦν καὶ αὐτοὶ καὶ θὰ εἶπουν· Κύριε, πότε σὲ εἴδαμεν νὰ πεινᾷς ἢ νὰ διψᾷς ἢ νὰ εἶσαι ξένος ἢ γυμνὸς ἢ ἀσθενῇς ἢ μέσα εὶς φυλακὴν καὶ δὲν σὲ ὑπηρετήσαμεν; 45 Τότε θὰ τοὺς ἀποκριθῇ καὶ θὰ εἶπη· Ἀληθινὰ σᾶς λέγω, κάθε τι ποὺ δὲν ἐκάματε εἰς ἕνα ἀπὸ αὐτούς, τοὺς ὁποίους ὁ κόσμος ἐθεώρει πολὺ μικρούς, οὔτε εἰς ἐμὲ τὸ ἐκάματε. 46 Καὶ θὰ ἀπέλθουν αὐτοὶ εἰς κόλασιν, ποὺ δὲν θὰ ἔχῃ τέλος, ἀλλὰ θὰ εἶναι αἰώνια, οἱ δὲ δίκαιοι θὰ μεταβοῦν διὰ νὰ ἀπολαύσουν ζωὴν αἰώνιον.

 

Πηγή:https://www.saint.gr/readings.aspx