ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΒ´ 35 – 46
Ευαγγελικό Ανάγνωσμα
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΔ´ 36 – 53
Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. 37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 38 καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; 39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. 40 καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. 41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; 42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, 43 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. 44 εἶπε δὲ αὐτοῖς· Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. 45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, 46 καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. 48 ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. 49 καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. 50 Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ’ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. 52 καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, 53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.
Ερμηνεία
36 Ἐνῷ δὲ αὐτοὶ διηγοῦντο αὐτά, αἴφνης αὐτὸς ὁ Ἰησοῦς ἐστάθη ἐν μέσῳ αὐτῶν καὶ λέγει εἰς αὐτούς· Εἴθε νὰ εἶναι εἰς σᾶς εἰρήνη· εἰρήνη μετὰ τοῦ Θεοῦ καὶ μεταξύ σας· εἰρήνη καὶ εἰς τὸ ἐσωτερικόν σας. 37 Ἡ αἰφνίδια ὅμως ἐμφάνισις τοῦ Κυρίου τοὺς κατετάραξε. Καὶ καταληφθέντες ἀπὸ φόβον ἐνόμιζαν, ὅτι ἔβλεπαν ψυχὴν ἀποθαμένου, ποὺ ἦλθεν ἀπὸ τὸν Ἅδην, χωρὶς νὰ ἔχῃ καὶ σῶμα. 38 Καὶ εἶπεν ὁ Κύριος εἰς αὐτούς· Διατὶ εἶσθε ταραγμένοι; Καὶ διατὶ διαλογισμοὶ ἀμφιβολίας περὶ τοῦ ἂν πράγματι εἶμαι ὁ ἀναστὰς Διδάσκαλός σας, γεννῶνται εἰς τὰς διανοίας σας; 39 Ἴδετε τὰς χεῖρας μου καὶ τοὺς πόδας μου, ὅτι φέρουν τὰ σημάδια τῶν καρφιῶν καὶ βεβαιωθῆτε, ὅτι εἶμαι ὁ σταυρωθεὶς Διδάσκαλός σας. Ψηλαφήσατέ με διὰ τῶν χειρῶν σας καὶ βεβαιωθῆτε, ὅτι δὲν εἶμαι ἄσαρκον πνεῦμα. Διότι ἡ ψυχὴ καὶ τὸ φάντασμα τοῦ πεθαμένου δὲν ἔχει σῶμα καὶ ὀστᾶ, καθὼς βλέπετε καὶ πείθεσθε, ὅτι ἔχω ἐγώ. 40 Καὶ ἀφοῦ εἶπε τοῦτο, ἔδειξεν εἰς αὐτοὺς τὰς χεῖρας καὶ τοὺς πόδας. 41 Ἐπειδὴ δὲ αὐτοὶ ἠπίστουν ἀκόμη λόγῳ τῆς χαρᾶς των νομίζοντες, ὅτι ἔβλεπον ὄνειρον, καὶ ἐπειδὴ ἐθαύμαζον διὰ τὰ πρωτοφανῆ ταῦτα καὶ ἀνέλπιστα, τοὺς εἶπεν ὁ Κύριος· Ἔχετε ἐδῶ τίποτε φαγώσιμον διὰ νὰ φάγω καὶ διὰ νὰ πεισθῆτε ἔτσι ἀκόμη περισσότερον, ὅτι δὲν εἶμαι πνεῦμα; 42 Αὐτοὶ δὲ τοῦ ἔδωκαν ἕνα τεμάχιον ἀπὸ ψάρι ψημένον καὶ ὀλίγην κηρήθραν. 43 Καὶ ἀφοῦ τὰ ἐπῆρεν, ἔφαγεν ἐμπρός των, ὄχι διότι εἶχε ἀνάγκην συντηρήσεως τὸ σῶμα του, ἀλλ’ ἔπραξε τοῦτο διὰ νὰ βεβαιώσῃ αὐτούς, ὅτι ὄντως ἀνέστη. 44 Εἶπε δὲ πρὸς αὐτούς· Αὐτὰ τὰ γεγονότα, ποὺ βλέπετε καὶ σᾶς προκαλοῦν τὸν θαυμασμόν, εἶναι ἡ πραγματοποίησις τῶν λόγων, ποὺ σᾶς εἶπα προφητικῶς, ὅταν ἀκόμη ἤμην μαζί σας ζῶν, προτοῦ νὰ σταυρωθῶ. Σᾶς ἔλεγα δηλαδή, ὅτι σύμφωνα πρὸς τὸ προκαθωρισμένον σχέδιον τοῦ Θεοῦ πρέπει νὰ πληρωθοῦν καὶ νὰ πραγματοποιηθοῦν ὅλα, ὅσα ἔχουν γραφῆ περὶ ἐμοῦ εἰς τὸν νόμον τοῦ Μωϋσέως καὶ εἰς τοὺς προφήτας καὶ εἰς τοὺς ψαλμούς. 45 Τότε τοὺς μετέδωκε θεῖον φωτισμὸν καὶ τοὺς ἤνοιξε τὸν νοῦν διὰ νὰ ἐννοοῦν τὰς Γραφάς. 46 Καὶ ἀφοῦ ἀνέπτυξεν εἰς αὐτοὺς τὰς κυριωτέρας προφητείας, τοὺς εἶπεν, ὅτι ἔτσι ἔχει γραφῆ προφητικῶς εἰς τὰς Γραφάς, καὶ ἔτσι ἔπρεπε σύμφωνα μὲ τὰς προφητείας αὐτὰς νὰ πάθῃ ὁ Χριστὸς καὶ νὰ ἀναστηθῇ τὴν τρίτην ἀπὸ τοῦ θανάτου του ἡμέραν, 47 καὶ σύμφωνα μὲ ὅσα ἐδιδάχθητε καὶ ἐμάθετε διὰ τὸ ὄνομά μου ὡς τοῦ μόνου Σωτῆρος καὶ λυτρωτοῦ τῶν ἀνθρώπων νὰ κηρυχθῇ μετάνοια καὶ ἄφεσις ἁμαρτίων εἰς ὅλα τὰ Ἔθνη, νὰ ἀρχίσῃ δὲ τὸ κήρυγμα τοῦτο ἀπὸ τὴν Ἱερουσαλήμ. 48 Σεῖς δὲ εἶσθε μάρτυρες ὅλων αὐτῶν, δηλαδὴ τοῦ κηρύγματός μου, τοῦ βίου μου, τοῦ πάθους μου καὶ τῆς ἀναστάσεώς μου. Καὶ μὲ τὴν μαρτυρίαν, τὴν ὁποίαν θὰ κάνετε περὶ ἐμοῦ, θὰ συντελεσθῇ τὸ μέγα τοῦτο ἔργον τοῦ κηρύγματος μετανοίας καὶ ἀφέσεως ἁμαρτίων εἰς ὅλα τὰ ἔθνη. 49 Σᾶς ὑπόσχομαι δὲ καὶ ἐγὼ νὰ σᾶς βοηθήσω ἀποτελεσματικῶς εἰς τὸ ἔργον αὐτό. Ἰδοὺ ἐγώ, ποὺ ἀπὸ τώρα εἶμαι καὶ ὡς ἄνθρωπος ὁ βασιλεὺς τοῦ κόσμου καὶ ἡ κεφαλὴ τῆς Ἐκκλησίας, ἀποστέλλω ἐκ τοῦ οὐρανοῦ ἐπάνω σας τὴν ἐπαγγελίαν, τὴν ὁποίαν ὁ Πατὴρ ὑπεσχέθη, δηλαδὴ τὸ Πνεῦμα τὸ Ἅγιον, περὶ τοῦ ὁποίου οἱ προφῆται προανήγγειλαν, ὅτι θὰ δοθῇ εἰς πᾶσαν σάρκα. Σεῖς δὲ καθίσατε εἰς τὴν πόλιν Ἱερουσαλὴμ καὶ μὴ ἀπομακρυνθῆτε ἐξ αὐτῆς, ἕως ὅτου φορέσετε ὡς πνευματικὸν ἔνδυμα δύναμιν καὶ ἐνίσχυσιν, ποὺ θὰ σᾶς ἔλθῃ ἐξ οὐρανοῦ διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου Πνεύματος. 50 Ὅταν δὲ ἐτελείωσε τὰς διδασκαλίας ταύτας, τοὺς ἔβγαλε ἔξω ἀπὸ τὰ Ἱεροσόλυμα, ἕως ποὺ ἐπλησίασαν πρὸς τὴν Βηθανίαν. Καὶ ἀφοῦ ὕψωσε τὰς χεῖρας του τοὺς ηὐλόγησε. 51 Καὶ συνέβη, ἐνῷ αὐτὸς τοὺς ηὐλόγει, ἐχωρίσθη καὶ ἀπεμακρύνθη ἀπὸ αὐτοὺς καὶ ἐφέρετο πρὸς τὰ ἐπάνω, πρὸς τὸν οὐρανόν. 52 Καὶ αὐτοί, ἀφοῦ τὸν προσεκύνησαν, ἐπέστρεψαν εἰς Ἱερουσαλὴμ μὲ χαρὰν μεγάλην διὰ τὴν ἔνδοξον ἀνύψωσιν τοῦ διδασκάλου καὶ διὰ τὴν ἐπαγγελίαν τοῦ Ἁγίου Πνεύματος, περὶ τῆς ὁποίας τοὺς ἐβεβαίωσε. 53 Καὶ ἦσαν πάντοτε, κατὰ τὰς ὤρας τῆς προσευχῆς καὶ λατρείας, εἰς τὸ ἱερόν, ὑμνοῦντες καὶ δοξολογοῦντες τὸν Θεόν. Ἀμήν.
17 καὶ ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπε· Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον. 18 καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, καὶ ξηραίνεται· καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσι, καὶ οὐκ ἴσχυσαν. 19 ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει· Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. 20 καὶ ἰδὼν αὐτὸν εὐθέως τὸ πνεῦμα ἐσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. 21 καὶ ἐπηρώτησε τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπε· Παιδιόθεν. 22 καὶ πολλάκις αὐτὸν καὶ εἰς πῦρ ἔβαλε καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ’ εἴ τι δύνασαι, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς. 23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι. 24 καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου μετὰ δακρύων ἔλεγε· Πιστεύω, Κύριε· βοήθει μου τῇ ἀπιστίᾳ. 25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφὸν, ἐγὼ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. 26 καὶ κράξαν καὶ πολλὰ σπαράξαν αὐτόν ἐξῆλθε, καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε πολλοὺς λέγειν ὅτι ἀπέθανεν. 27 ὁ δὲ Ἰησοῦς κρατήσας αὐτὸν τῆς χειρὸς ἤγειρεν αὐτόν, καὶ ἀνέστη. 28 Καὶ εἰσελθόντα αὐτὸν εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτόν κατ’ ἰδίαν, ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό. 29 καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. 30 Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· 31 ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ερμηνεία
17 Καὶ ἀπεκρίθη ἕνας ἀπὸ τὸ πλῆθος τοῦ λαοῦ καὶ εἶπε· Διδάσκαλε, σοῦ ἔφερα τὸν υἱόν μου, ποὺ ἔχει καταληφθῇ ἀπὸ πνεῦμα πονηρόν, τὸ ὁποῖον τοῦ ἐπῆρε καὶ τὴν λαλιάν. 18 Καὶ εἰς ὅποιο μέρος τὸν πιάσῃ, τὸν ρίπτει κάτω καὶ ἀφρίζει καὶ τρίζει τὰ δόντια του καὶ γίνεται ξηρὸς καὶ ἀναίσθητος. Καὶ εἶπα εἰς τοὺς μαθητάς σου νὰ τὸ βγάλουν καὶ δὲν ἠμπόρεσαν. 19 Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη εἰς αὐτὸν καὶ εἶπεν· Ὦ γενεά, ποὺ τόσα θαύματα εἶδες καὶ εἶσαι ἀκόμη ἄπιστος, ἕως πότε θὰ εἶμαι μαζί σας; Ἕως πότε θὰ σᾶς ἀνέχομαι; Φέρτε τόν μου ἐδῶ. Καὶ τὸν ἔφεραν εἰς αὐτόν. 20 Καὶ ὅταν τὸ πονηρὸν πνεῦμα εἶδε τὸν Ἰησοῦν, ἀμέσως ἐτάραξε μὲ σπασμοὺς τὸν νέον, ὁ ὁποῖος, ἀφοῦ ἔπεσεν ἐπὶ τῆς γῆς, ἐκυλίετο καὶ ἔβγαζεν ἀφροὺς ἀπὸ τὸ στόμα. 21 Καὶ ἠρώτησεν ὁ Κύριος τὸν πατέρα του· Πόσος καιρὸς εἶναι ἀφ’ ὅτου τοῦ συνέβη τοῦτο; Ἐκεῖνος δὲ εἶπεν· Ἀπὸ μικρὸ παιδί. 22 Καὶ πολλὲς φορὲς τὸν ἔρρινε καὶ εἰς φωτιὰ καὶ εἰς νερά, διὰ νὰ τὸν θανατώσῃ. Ἀλλ’ ἐὰν μπορῇς νὰ κάμῃς τίποτε, λυπήσου μας καὶ βοήθησέ μας. 23 Ὁ δὲ Ἰησοῦς τοῦ εἶπε τοῦτο· Ἐὰν ἠμπορῇς σὺ νὰ πιστεύσῃς, ὅλα εἶναι δυνατὰ εἰς ἐκεῖνον ποὺ πιστεύει. 24 Καὶ ἀμέσως ἐφώναξεν ὁ πατὴρ τοῦ παιδίου μὲ δάκρυα καὶ εἶπε· Πιστεύω, Κύριε, ὅτι ἔχεις τὴν δύναμιν νὰ μὲ βοηθήσῃς. Βοήθησέ με νὰ ἀπαλλαγῶ ἀπὸ τὴν ὀλιγοπιστίαν μου καὶ ἀναπλήρωσε σὺ τὴν ἔλλειψιν τῆς πίστεώς μου. 25 Ὅταν δὲ εἶδεν ὁ Ἰησοῦς, ὅτι ἔτρεχεν ἐκεῖ καὶ ἐμαζεύετο πολὺς λαός, ἐπέπληξε τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ εἶπεν εἰς αὐτό· τὸ πνεῦμα τὸ ἄλαλον καὶ κουφόν, ἐγὼ σὲ διατάσσω, ἔβγα ἀπὸ αὐτὸν καὶ μὴν ἔμβῃς πλέον εἰς αὐτόν. 26 Καὶ ἀφοῦ ἐφώναξε τὸ πονηρὸν πνεῦμα καὶ τὸν ἐσπάραξε πολύ, ἐβγῆκε. Καὶ ἔγινεν ὁ νέος σὰν νεκρός, ὥστε ἔλεγαν πολλοί, ὅτι ἀπέθανε. 27 Ὁ Ἰησοῦς ὅμως ἀφοῦ τὸν ἔπιασεν ἀπὸ τὸ χέρι, τὸν ἐσήκωσε καὶ ἐκεῖνος ἐστάθη ὄρθιος. 28 Καὶ ὅταν ὁ Κύριος ἐμβῆκεν εἰς κάποιο σπίτι, τὸν ἠρώτων ἰδιαιτέρως οἱ μαθηταί του· Διατὶ ἡμεῖς δὲν ἠμπορέσαμεν νὰ βγάλωμεν τὸ πονηρὸν πνεῦμα; 29 Καὶ εἶπεν εἰς αὐτούς· Αὐτὸ τὸ εἶδος τοῦ δαιμονίου δὲν βγαίνει μὲ τίποτε ἄλλο παρὰ μὲ προσευχὴν συνοδευομένην καὶ μὲ νηστείαν, ὥστε ἡ προσευχὴ νὰ γίνεται μὲ διάνοιαν ὅσον τὸ δυνατὸν ἐλαφροτέραν καὶ περισσότερον προσηλωμένην εἰς τὸν Θεόν. 30 Καὶ ἀφοῦ ἐβγῆκαν ἀπ’ ἐκεῖ, ἐπήγαιναν ἀθόρυβα διὰ τῆς Γαλιλαίας ἀκολουθοῦντες τὴν δυτικὴν ὄχθην τοῦ Ἰορδάνου. Καὶ δὲν ἤθελε νὰ τοὺς μάθῃ κανείς, ὅτι διέβαιναν. 31 Τοῦτο δὲ διότι ἤθελε νὰ εἶναι μόνος του μετὰ τῶν μαθητῶν του, τοὺς ὁποίους συστηματικῶς πλέον ἐδίδασκε καὶ ἔλεγεν εἰς αὐτούς, ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ Μεσσίας, παραδίδεται μετ’ ὀλίγον εἰς τὰ χέρια ἀνθρώπων, καὶ θὰ τὸν θανατώσουν, καὶ ἀφοῦ θανατωθῇ, τὴν τρίτην ἡμέραν ἀπὸ τοῦ θανάτου του θὰ ἀναστηθῇ.