Αρχική » Blog » Ευαγγελικό Ανάγνωσμα

Ευαγγελικό Ανάγνωσμα

by
Ευαγγέλιο

38 Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἴκον αὐτῆς. 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· 42 ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς.

ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΑ´ 27 – 28
27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. 28 αὐτὸς δὲ εἶπε· Μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.
Ερμηνεία 
38 Ἐνῷ δὲ οἱ μαθηταὶ καὶ οἱ ἀκολουθοῦντες τὸν Ἰησοῦν ἐπήγαιναν ἔχοντες κατεύθυνσιν τὴν Ἱερουσαλήμ, συνέβη νὰ ἔμβῃ ὁ Ἰησοῦς εἰς κάποιο χωρίον· καὶ μία γυναῖκα, ποὺ ὠνομάζετο Μάρθα, τὸν ὑπεδέχθη εἰς τὸ σπίτι της. 39 Καὶ εἶχεν αὐτὴ ἀδελφήν, ποὺ ἐλέγετο Μαρία, ἡ ὁποία ὄχι μόνον ὑπεδέχθη τὸν Ἰησοῦν ὡς ἡ Μάρθα, ἀλλὰ καὶ ἐκάθησε κοντὰ εἰς τοὺς πόδας του ὡς ταπεινὴ μαθήτρια καὶ ἤκουε μὲ προσοχὴν ἀπερίσπαστον τὴν διδασκαλίαν του. 40 Ἡ δὲ Μάρθα ἦταν ἀπασχολημένη καὶ πνιγμένη εἰς πολλὴν ἐργασίαν, φροντίζουσα νὰ ἑτοιμάσῃ τὸ φαγητὸν καὶ νὰ περιποιηθῇ τὸν Διδάσκαλον. Ἀφοῦ δὲ ἐστάθη πλησίον τοῦ Χριστοῦ, εἶπε· Κύριε, δὲν σὲ μέλει, ποὺ ἡ ἀδελφή μου μὲ ἀφῆκε μοναχὴν νὰ ὑπηρετῶ καὶ νὰ ἑτοιμάζω τὸ τραπέζι; Πές της λοιπὸν νὰ μὲ βοηθήσῃ. 41 Ἀπεκρίθη δὲ ὁ Ἰησοῦς καὶ τῆς εἶπε· Μάρθα, Μάρθα, ἀσχολεῖται ἡ διάνοιά σου ἀπὸ ἀνησύχους φροντίδας καὶ κουράζεται τὸ σῶμα σου διὰ νὰ προετοιμάσῃς πολλά. 42 Ἕνα δὲ εἶναι χρήσιμον καὶ ἀναγκαῖον, ἡ ἀκρόασις τῆς διδασκαλίας μου, ποὺ εἶναι τροφὴ πνευματική, ἀναγκαία διὰ τὴν ψυχήν. Ἡ Μαρία δὲ ἐξέλεξε τὴν καλὴν καὶ ὠφέλιμον μερίδα, ἡ ὁποία δὲν θὰ τῆς ἀφαιρεθῇ ποτέ. Διότι αἱ ὠφέλειαι τῆς μερίδος αὐτῆς τοῦ πνευματικοῦ φαγητοῦ δὲν εἶναι προσωριναὶ καὶ φθαρταί, ἄλλα πνευματικαὶ καὶ αἰώνιοι.

ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΑ´ 27 – 28

27 Ἐνῷ δὲ ὁ Ἰησοῦς ἔλεγε ταῦτα, κάποια γυναῖκα ἀπὸ τὸ πλῆθος, ἐνθουσιασθεῖσα ἀπὸ τὴν διδασκαλίαν του, ἔβγαλε φωνὴν μεγάλην καὶ εἶπε· Μακαρία ἡ κοιλία, ποὺ σὲ ἐβάστασε, καὶ οἱ μαστοὶ τοὺς ὁποίους ἐθήλασες. Μακαρία δηλαδὴ ἡ μητέρα, ποὺ σὲ ἐγέννησε καὶ σὲ ἔθρεψεν. 28 Αὐτὸς δὲ εἶπεν· Ἀληθῶς, μακαρία εἶναι ἡ μητέρα μου· ἀλλὰ μὴ λησμονεῖτε, ὅτι μακάριοι κυρίως εἶναι ἐκεῖνοι, ποὺ ἀκούουν τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσουν αὐτόν. Εἰς τρόπον ὥστε καὶ αὐτή, ποὺ μὲ ἐγέννησε καὶ μὲ ἐθήλασεν, ἠξιώθη τῆς τιμῆς αὐτῆς, διότι ἐφύλαξε πάντοτε τὸν λόγον τοῦ Θεοῦ.

You may also like

WP Radio
WP Radio
OFFLINE LIVE
elGreek
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00