Αρχική » Blog » Ευαγγελικό Ανάγνωσμα – † ΚΥΡΙΑΚΗ ΚϚ΄ (ΙΔ΄ ΛΟΥΚΑ)

Ευαγγελικό Ανάγνωσμα – † ΚΥΡΙΑΚΗ ΚϚ΄ (ΙΔ΄ ΛΟΥΚΑ)

by
Ευαγγέλιο

35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. 36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα. 37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. 38 καὶ ἐβόησε λέγων· Ἰησοῦ, υἱὲ Δαυῒδ, ἐλέησόν με. 39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυῒδ, ἐλέησόν με. 40 σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν 41 λέγων· Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω. 42 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε. 43 καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.

 

Ερμηνεία


35 Ὅταν δὲ ἐπλησίαζεν ὁ Κύριος εἰς τὴν Ἱεριχῶ, συνέβη κάποιος τυφλὸς νὰ κάθεται κοντὰ εἰς τὸν δρόμον καὶ νὰ ζητιανεύῃ. 36 Ὅταν δὲ ἤκουσε τὸν θόρυβον τοῦ λαοῦ ποὺ ἐπερνοῦσεν, ἠρώτησε, σὰν τί νὰ ἦσαν αὐτά, ποὺ ἤκουε. 37 Τοῦ ἀνήγγειλαν δέ, ὅτι ὁ Ἰησοῦς ὁ Ναζωραῖος ἐπέρνα ἀπ’ ἐκεῖ. 38 Καὶ τότε αὐτὸς ἔβαλε φωνὴν δυνατὴν καὶ ἔλεγεν· Ἰησοῦ, ἀπόγονε ἔνδοξε τοῦ Δαβίδ, τὸν ὁποῖον προανήγγειλαν καὶ προεκήρυξαν οἱ προφῆται, ἐλέησέ με. 39 Καὶ αὐτοί, ποὺ ἐπροπορεύοντο, τὸν ἐπέπληττον καὶ τὸν ἀνάγκαζον νὰ σιωπήσῃ νομίζοντες, ὅτι μὲ τὰς φωνάς του θὰ ἠνωχλεῖτο ὁ Ἰησοῦς. Αὐτὸς ὅμως πολὺ περισσότερον ἐφώναζεν· Ἀπόγονε τοῦ Δαβίδ, ἐλέησέ με. 40 Διέκοψε δὲ τὴν πορείαν του ὁ Ἰησοῦς καὶ διέταξε νὰ τὸν φέρουν πλησίον του. Ὅταν δὲ αὐτὸς ἐπλησίασε, τὸν ἠρώτησεν ὁ Κύριος 41 καὶ τοῦ εἶπε· Τί θέλεις νὰ σοῦ κάμω; Ὁ δὲ τυφλὸς εἶπε· Κύριε, θέλω νὰ ἀποκτήσω πάλιν τὸ φῶς μου καὶ νὰ ξαναΐδω. 42 Καὶ ὁ Ἰησοῦς τοῦ εἶπεν: Ἀνάβλεψον· ἡ πίστις ποὺ ἔχεις, ὅτι εἶμαι ὁ ἀπόγονος τοῦ Δαβὶδ καὶ ὅτι ἔχω τὴν δύναμιν νὰ σοῦ δώσω τὴν ὑγείαν τῶν ματιῶν σου, σὲ ἔσωσεν ἀπὸ τὴν ἀθεράπευτον τύφλωσίν σου. 43 Καὶ τὴν ἴδια στιγμὴ ἀπέκτησε πάλιν τὸ φῶς του καὶ ἠκολούθει τὸν Ἰησοῦν δοξάζων τὸν Θεόν, ποὺ τὸν ἐθεράπευσε διὰ μέσου τοῦ Ἰησοῦ. Καὶ ὅλον τὸ πλῆθος τοῦ λαοῦ, ὅταν εἶδε τὸ θαῦμα, ἐδοξολόγησε καὶ ἀνύμνησε τὸν Θεόν.

You may also like

WP Radio
WP Radio
OFFLINE LIVE
elGreek
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00